Sacred Texts  Bible  Index 
Polyglot  KJV  Tan  Vul 

Zechariah Index
  Previous  Next 

Septuagint: Zechariah Chapter 8

1 καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων

2 τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν

3 τάδε λέγει κύριος καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ κληθήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον

4 τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν

5 καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς

6 τάδε λέγει κύριος παντοκράτωρ διότι εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει λέγει κύριος παντοκράτωρ

7 τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν

8 καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ

9 τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν ἀφ᾽ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος κυρίου παντοκράτορος καὶ ὁ ναὸς ἀφ᾽ οὗ ᾠκοδόμηται

10 διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ

11 καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου λέγει κύριος παντοκράτωρ

12 ἀλλ᾽ ἢ δείξω εἰρήνην ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα

13 καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ιουδα καὶ οἶκος Ισραηλ οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν

14 διότι τάδε λέγει κύριος παντοκράτωρ ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν λέγει κύριος παντοκράτωρ καὶ οὐ μετενόησα

15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα θαρσεῖτε

16 οὗτοι οἱ λόγοι οὓς ποιήσετε λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν

17 καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε διότι ταῦτα πάντα ἐμίσησα λέγει κύριος παντοκράτωρ

18 καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων

19 τάδε λέγει κύριος παντοκράτωρ νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε

20 τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς

21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες πορευθῶμεν δεηθῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι κἀγώ

22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου

23 τάδε λέγει κύριος παντοκράτωρ ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες πορευσόμεθα μετὰ σοῦ διότι ἀκηκόαμεν ὅτι ὁ θεὸς μεθ᾽ ὑμῶν ἐστιν


Next: Zechariah Chapter 9