Sacred Texts  Classics  Homer  Index  English  Previous  Next 

The Iliad, Book 13

Ζεὺς δ' ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,

τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν

νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ

νόσφιν ἐφ' ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν

Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 5

γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.

ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ:

οὐ γὰρ ὅ γ' ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν

ἐλθόντ' ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.

οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων: 10

καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε

ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης

Θρηϊκίης: ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,

φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.

ἔνθ' ἄρ' ὅ γ' ἐξ ἁλὸς ἕζετ' ἰών, ἐλέαιρε δ' Ἀχαιοὺς 15

Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.

αὐτίκα δ' ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος

κραιπνὰ ποσὶ προβιβάς: τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη

ποσσὶν ὑπ' ἀθανάτοισι Ποσειδάωνος ἰόντος.

τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ 20

Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης

χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.

ἔνθ' ἐλθὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω

ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροί̈, γέντο δ' ἱμάσθλην 25

χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου,

βῆ δ' ἐλάαν ἐπὶ κύματ': ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ

πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα:

γηθοσύνῃ δὲ θάλασσα διίστατο: τοὶ δὲ πέτοντο

ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων: 30

τὸν δ' ἐς Ἀχαιῶν νῆας ἐύ̈σκαρθμοι φέρον ἵπποι.

ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης

μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης:

ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων

λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ 35

ἔδμεναι: ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας

ἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν

νοστήσαντα ἄνακτα: ὃ δ' ἐς στρατὸν ᾤχετ' Ἀχαιῶν.

 

Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ

Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 40

ἄβρομοι αὐί̈αχοι: ἔλποντο δὲ νῆας Ἀχαιῶν

αἱρήσειν, κτενέειν δὲ παρ' αὐτόθι πάντας ἀρίστους.

ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος

Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν

εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν: 45

Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ:

Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν

ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.

ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους

Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ: 50

ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί:

τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,

ᾗ ῥ' ὅ γ' ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει

Ἕκτωρ, ὃς Διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι.

σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν 55

αὐτώ θ' ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους:

τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν

ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.

ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος

ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο, 60

γυῖα δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.

αὐτὸς δ' ὥς τ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,

ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς

ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,

ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. 65

τοῖιν δ' ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,

αἶψα δ' ἄρ' Αἴαντα προσέφη Τελαμώνιον υἱόν:

Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι

μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,

οὐδ' ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής: 70

ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων

ῥεῖ' ἔγνων ἀπιόντος: ἀρίγνωτοι δὲ θεοί περ:

καὶ δ' ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι

μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,

μαιμώωσι δ' ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. 75

 

τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας:

οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι

μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν

ἔσσυμαι ἀμφοτέροισι: μενοινώω δὲ καὶ οἶος

Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. 80

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον

χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ:

τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,

οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.

τῶν ῥ' ἅμα τ' ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, 85

καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι

Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.

τοὺς οἵ γ' εἰσορόωντες ὑπ' ὀφρύσι δάκρυα λεῖβον:

οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ: ἀλλ' ἐνοσίχθων

ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. 90

Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων

Πηνέλεών θ' ἥρωα Θόαντά τε Δηί̈πυρόν τε

Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς:

τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:

αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι: ὔμμιν ἔγωγε 95

μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς:

εἰ δ' ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,

νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.

ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι

δεινόν, ὃ οὔ ποτ' ἔγωγε τελευτήσεσθαι ἔφασκον, 100

Τρῶας ἐφ' ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ

φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ' ὕλην

θώων παρδαλίων τε λύκων τ' ἤϊα πέλονται

αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ' ἔπι χάρμη:

ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 105

μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ' ἠβαιόν:

νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται

ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,

οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι

νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν' αὐτάς. 110

ἀλλ' εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν

ἥρως Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

οὕνεκ' ἀπητίμησε ποδώκεα Πηλεί̈ωνα,

ἡμέας γ' οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.

ἀλλ' ἀκεώμεθα θᾶσσον: ἀκεσταί τοι φρένες ἐσθλῶν. 115

ὑμεῖς δ' οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς

πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ' ἂν ἔγωγε

ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη

λυγρὸς ἐών: ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.

ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον 120

τῇδε μεθημοσύνῃ: ἀλλ' ἐν φρεσὶ θέσθε ἕκαστος

αἰδῶ καὶ νέμεσιν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.

Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει

καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.

 

ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. 125

ἀμφὶ δ' ἄρ' Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες

καρτεραί, ἃς οὔτ' ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν

οὔτε κ' Ἀθηναίη λαοσσόος: οἳ γὰρ ἄριστοι

κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,

φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ: 130

ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ:

ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι

νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν:

ἔγχεα δ' ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν

σειόμεν': οἳ δ' ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. 135

 

Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ' Ἕκτωρ

ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,

ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ

ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης:

ὕψι δ' ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ' ὑπ' αὐτοῦ 140

ὕλη: ὃ δ' ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται

ἰσόπεδον, τότε δ' οὔ τι κυλίνδεται ἐσσύμενός περ:

ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης

ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν

κτείνων: ἀλλ' ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι 145

στῆ ῥα μάλ' ἐγχριμφθείς: οἳ δ' ἀντίοι υἷες Ἀχαιῶν

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν

ὦσαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη.

ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς:

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 150

παρμένετ': οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ

καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,

ἀλλ' ὀί̈ω χάσσονται ὑπ' ἔγχεος, εἰ ἐτεόν με

ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.

 

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 155

Δηί̈φοβος δ' ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει

Πριαμίδης, πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐί̈σην

κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.

Μηριόνης δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ

καὶ βάλεν, οὐδ' ἀφάμαρτε, κατ' ἀσπίδα πάντοσ' ἐί̈σην 160

ταυρείην: τῆς δ' οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν

ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ: Δηί̈φοβος δὲ

ἀσπίδα ταυρείην σχέθ' ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ

ἔγχος Μηριόναο δαί̈φρονος: αὐτὰρ ὅ γ' ἥρως

ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ' αἰνῶς 165

ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.

βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.

 

οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει.

Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 170

Ἴμβριον αἰχμητὴν πολυί̈ππου Μέντορος υἱόν:

ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,

κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην:

αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,

ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 175

ναῖε δὲ πὰρ Πριάμῳ: ὃ δέ μιν τίεν ἶσα τέκεσσι.

τόν ῥ' υἱὸς Τελαμῶνος ὑπ' οὔατος ἔγχεϊ μακρῷ

νύξ', ἐκ δ' ἔσπασεν ἔγχος: ὃ δ' αὖτ' ἔπεσεν μελίη ὣς

ἥ τ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο

χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ: 180

ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

Τεῦκρος δ' ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι:

Ἕκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.

ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος

τυτθόν: ὃ δ' Ἀμφίμαχον Κτεάτου υἷ' Ἀκτορίωνος 185

νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί:

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.

Ἕκτωρ δ' ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν

κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο:

Αἴας δ' ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ 190

Ἕκτορος: ἀλλ' οὔ πῃ χροὸς εἴσατο, πᾶς δ' ἄρα χαλκῷ

σμερδαλέῳ κεκάλυφθ': ὃ δ' ἄρ' ἀσπίδος ὀμφαλὸν οὖτα,

ὦσε δέ μιν σθένεϊ μεγάλῳ: ὃ δὲ χάσσατ' ὀπίσσω

νεκρῶν ἀμφοτέρων, τοὺς δ' ἐξείρυσσαν Ἀχαιοί.

Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς 195

ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν:

Ἴμβριον αὖτ' Αἴαντε μεμαότε θούριδος ἀλκῆς

ὥς τε δύ' αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων

ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ

ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, 200

ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ

τεύχεα συλήτην: κεφαλὴν δ' ἁπαλῆς ἀπὸ δειρῆς

κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,

ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου:

Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. 205

 

καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη

υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,

βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.

Ἰδομενεὺς δ' ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν 210

ἐρχόμενος παρ' ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο

ἦλθε κατ' ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.

τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ' ἰητροῖς ἐπιτείλας

ἤϊεν ἐς κλισίην: ἔτι γὰρ πολέμοιο μενοίνα

ἀντιάαν: τὸν δὲ προσέφη κρείων ἐνοσίχθων 215

εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι

ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι

Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὣς τίετο δήμῳ:

Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ

οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; 220

 

τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:

ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ' αἴτιος, ὅσσον ἔγωγε

γιγνώσκω: πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.

οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ

εἴκων ἀνδύεται πόλεμον κακόν: ἀλλά που οὕτω 225

μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι

νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς.

ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,

ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι:

τὼ νῦν μήτ' ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. 230

 

τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων:

Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν

ἐκ Τροίης, ἀλλ' αὖθι κυνῶν μέλπηθρα γένοιτο,

ὅς τις ἐπ' ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.

ἀλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι: ταῦτα δ' ἅμα χρὴ 235

σπεύδειν, αἴ κ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε.

συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,

νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.

 

ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν:

Ἰδομενεὺς δ' ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε 240

δύσετο τεύχεα καλὰ περὶ χροί̈, γέντο δὲ δοῦρε,

βῆ δ' ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων

χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου

δεικνὺς σῆμα βροτοῖσιν: ἀρίζηλοι δέ οἱ αὐγαί:

ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 245

Μηριόνης δ' ἄρα οἱ θεράπων ἐὺ̈ς ἀντεβόλησεν

ἐγγὺς ἔτι κλισίης: μετὰ γὰρ δόρυ χάλκεον ᾔει

οἰσόμενος: τὸν δὲ προσέφη σθένος Ἰδομενῆος:

Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων

τίπτ' ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; 250

ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,

ἦέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες; οὐδέ τοι αὐτὸς

ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.

 

τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα:

Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, 255

ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται

οἰσόμενος: τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον

ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.

 

τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:

δούρατα δ' αἴ κ' ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις 260

ἑσταότ' ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα

Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι: οὐ γὰρ ὀί̈ω

ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.

τώ μοι δούρατά τ' ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι

καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. 265

τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα:

καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηὶ̈ μελαίνῃ

πόλλ' ἔναρα Τρώων: ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.

οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,

ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 270

ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.

ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων

λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀί̈ω.

 

τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:

οἶδ' ἀρετὴν οἷός ἐσσι: τί σε χρὴ ταῦτα λέγεσθαι; 275

εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι

ἐς λόχον, ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρῶν,

ἔνθ' ὅ τε δειλὸς ἀνὴρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη:

τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,

οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ' ἐν φρεσὶ θυμός, 280

ἀλλὰ μετοκλάζει καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει,

ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει

κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ' ὀδόντων:

τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρὼς οὔτέ τι λίην

ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, 285

ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαὶ̈ λυγρῇ:

οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.

εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης

οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος οὐδ' ἐνὶ νώτῳ,

ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε 290

πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.

ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ:

ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.

 

ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 295

καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,

βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.

οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,

τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς

ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν: 300

τὼ μὲν ἄρ' ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,

ἠὲ μετὰ Φλεγύας μεγαλήτορας: οὐδ' ἄρα τώ γε

ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν:

τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν

ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. 305

τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε:

Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;

ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,

ἦ ἐπ' ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω

δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. 310

 

τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:

νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι

Αἴαντές τε δύω Τεῦκρός θ', ὃς ἄριστος Ἀχαιῶν

τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ:

οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο 315

Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.

αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι

κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους

νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων

ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. 320

ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,

ὃς θνητός τ' εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν

χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.

οὐδ' ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν

ἔν γ' αὐτοσταδίῃ: ποσὶ δ' οὔ πως ἔστιν ἐρίζειν. 325

νῶϊν δ' ὧδ' ἐπ' ἀριστέρ' ἔχε στρατοῦ, ὄφρα τάχιστα

εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.

ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

ἦρχ' ἴμεν, ὄφρ' ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,

 

οἳ δ' ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν 330

αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,

κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν:

τῶν δ' ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.

ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι

ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, 335

οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,

ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη, μέμασαν δ' ἐνὶ θυμῷ

ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.

ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι

μακρῇς, ἃς εἶχον ταμεσίχροας: ὄσσε δ' ἄμερδεν 340

αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων

θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν

ἐρχομένων ἄμυδις: μάλα κεν θρασυκάρδιος εἴη

ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ' ἀκάχοιτο.

 

τὼ δ' ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ 345

ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.

Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην

κυδαίνων Ἀχιλῆα πόδας ταχύν: οὐδέ τι πάμπαν

ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,

ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. 350

Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν

λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός: ἤχθετο γάρ ῥα

Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.

ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη,

ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. 355

τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,

λάθρῃ δ' αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.

τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιί̈ου πτολέμοιο

πεῖραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσσαν

ἄρρηκτόν τ' ἄλυτόν τε, τὸ πολλῶν γούνατ' ἔλυσεν. 360

ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας

Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.

πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,

ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,

ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην 365

Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,

ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.

τῷ δ' ὁ γέρων Πρίαμος ὑπό τ' ἔσχετο καὶ κατένευσε

δωσέμεναι: ὃ δὲ μάρναθ' ὑποσχεσίῃσι πιθήσας.

Ἰδομενεὺς δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, 370

καὶ βάλεν ὕψι βιβάντα τυχών: οὐδ' ἤρκεσε θώρηξ

χάλκεος, ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξε.

δούπησεν δὲ πεσών: ὃ δ' ἐπεύξατο φώνησέν τε:

Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ' ἁπάντων

εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ' ὑπέστης 375

Δαρδανίδῃ Πριάμῳ: ὃ δ' ὑπέσχετο θυγατέρα ἥν.

καί κέ τοι ἡμεῖς ταῦτά γ' ὑποσχόμενοι τελέσαιμεν,

δοῖμεν δ' Ἀτρεί̈δαο θυγατρῶν εἶδος ἀρίστην

Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν

Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. 380

ἀλλ' ἕπε', ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν

ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.

 

ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην

ἥρως Ἰδομενεύς: τῷ δ' Ἄσιος ἦλθ' ἐπαμύντωρ

πεζὸς πρόσθ' ἵππων: τὼ δὲ πνείοντε κατ' ὤμων 385

αἰὲν ἔχ' ἡνίοχος θεράπων: ὃ δὲ ἵετο θυμῷ

Ἰδομενῆα βαλεῖν: ὃ δέ μιν φθάμενος βάλε δουρὶ

λαιμὸν ὑπ' ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.

ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωὶ̈ς

ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες 390

ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι:

ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς

βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.

ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,

οὐδ' ὅ γ' ἐτόλμησεν δηί̈ων ὑπὸ χεῖρας ἀλύξας 395

ἂψ ἵππους στρέψαι, τὸν δ' Ἀντίλοχος μενεχάρμης

δουρὶ μέσον περόνησε τυχών: οὐδ' ἤρκεσε θώρηξ

χάλκεος ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξεν.

αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,

ἵππους δ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς 400

ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς.

Δηί̈φοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος

Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.

ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος

Ἰδομενεύς: κρύφθη γὰρ ὑπ' ἀσπίδι πάντοσ' ἐί̈σῃ, 405

τὴν ἄρ' ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ

δινωτὴν φορέεσκε, δύω κανόνεσσ' ἀραρυῖαν:

τῇ ὕπο πᾶς ἐάλη, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος,

καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν

ἔγχεος: οὐδ' ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, 410

ἀλλ' ἔβαλ' Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν

ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσε.

Δηί̈φοβος δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας:

οὐ μὰν αὖτ' ἄτιτος κεῖτ' Ἄσιος, ἀλλά ἕ φημι

εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο 415

γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.

 

ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο,

Ἀντιλόχῳ δὲ μάλιστα δαί̈φρονι θυμὸν ὄρινεν:

ἀλλ' οὐδ' ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,

ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 420

τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι

Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,

νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

Ἰδομενεὺς δ' οὐ λῆγε μένος μέγα, ἵετο δ' αἰεὶ

ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι 425

ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.

ἔνθ' Αἰσυήταο διοτρεφέος φίλον υἱὸν

ἥρω' Ἀλκάθοον, γαμβρὸς δ' ἦν Ἀγχίσαο,

πρεσβυτάτην δ' ὤπυιε θυγατρῶν Ἱπποδάμειαν

τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ 430

ἐν μεγάρῳ: πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο

κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί: τοὔνεκα καί μιν

γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ:

τὸν τόθ' ὑπ' Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε

θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα: 435

οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι,

ἀλλ' ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον

ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ

ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα

χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον: 440

δὴ τότε γ' αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.

δούπησεν δὲ πεσών, δόρυ δ' ἐν κραδίῃ ἐπεπήγει,

ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν

ἔγχεος: ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης:

Ἰδομενεὺς δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας 445

Δηί̈φοβ' ἦ ἄρα δή τι ἐί̈σκομεν ἄξιον εἶναι

τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.

δαιμόνι' ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ' ἐμεῖο,

ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ' ἱκάνω,

ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον: 450

Μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Δευκαλίωνα,

Δευκαλίων δ' ἐμὲ τίκτε πολέσσ' ἄνδρεσσιν ἄνακτα

Κρήτῃ ἐν εὐρείῃ: νῦν δ' ἐνθάδε νῆες ἔνεικαν

σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.

 

ὣς φάτο, Δηί̈φοβος δὲ διάνδιχα μερμήριξεν 455

ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων

ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

βῆναι ἐπ' Αἰνείαν: τὸν δ' ὕστατον εὗρεν ὁμίλου

ἑσταότ': αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ 460

οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔ τι τίεσκεν.

ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ

γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.

ἀλλ' ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε 465

γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα:

τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.

 

ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,

βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.

ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, 470

ἀλλ' ἔμεν' ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,

ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν

χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν:

ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον: αὐτὰρ ὀδόντας

θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας: 475

ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ' ὑπεχώρει,

Αἰνείαν ἐπιόντα βοηθόον: αὖε δ' ἑταίρους

Ἀσκάλαφόν τ' ἐσορῶν Ἀφαρῆά τε Δηί̈πυρόν τε

Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς:

τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: 480

δεῦτε φίλοι, καί μ' οἴῳ ἀμύνετε: δείδια δ' αἰνῶς

Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,

ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν:

καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.

εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ' ἐπὶ θυμῷ 485

αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.

ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες

πλησίοι ἔστησαν, σάκε' ὤμοισι κλίναντες.

Αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι

Δηί̈φοβόν τε Πάριν τ' ἐσορῶν καὶ Ἀγήνορα δῖον, 490

οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν: αὐτὰρ ἔπειτα

λαοὶ ἕπονθ', ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα

πιόμεν' ἐκ βοτάνης: γάνυται δ' ἄρα τε φρένα ποιμήν:

ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει

ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 495

 

οἳ δ' ἀμφ' Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν

μακροῖσι ξυστοῖσι: περὶ στήθεσσι δὲ χαλκὸς

σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον

ἀλλήλων: δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων

Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ 500

ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.

Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος:

ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,

αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης

ᾤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 505

Ἰδομενεὺς δ' ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,

ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς

ἤφυσ': ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

Ἰδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος

ἐσπάσατ', οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ 510

ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσιν.

οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,

οὔτ' ἄρ' ἐπαί̈ξαι μεθ' ἑὸν: βέλος οὔτ' ἀλέασθαι.

τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,

τρέσσαι δ' οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. 515

τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ

Δηί̈φοβος: δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.

ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτεν, ὃ δ' Ἀσκάλαφον βάλε δουρὶ

υἱὸν Ἐνυαλίοιο: δι' ὤμου δ' ὄβριμον ἔγχος

ἔσχεν: ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 520

οὐδ' ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης

υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,

ἀλλ' ὅ γ' ἄρ' ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν

ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι

ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. 525

οἳ δ' ἀμφ' Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν:

Δηί̈φοβος μὲν ἀπ' Ἀσκαλάφου πήληκα φαεινὴν

ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ' ἄρα χειρὸς

αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. 530

Μηριόνης δ' ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς

ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης

αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας

ἐξῆγεν