Sacred Texts  Bible  Index 
Polyglot  Apo  Vul 

Sirach Index
  Previous  Next 

Septuagint: Sirach Chapter 6

2 μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου

3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν

4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν

5 λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα

6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων

7 εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ

8 ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου

9 καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει

10 καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου

11 καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται

12 ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται

13 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε

14 φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν

15 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ

16 φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν

17 ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ᾽ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ

18 τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν

19 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς

20 ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος

21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾽ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν

22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά

23 ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου

24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου

25 ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς

26 ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς

27 ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν

28 ἐπ᾽ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην

29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης

30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾽ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον

31 στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ

32 ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ

33 ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ

34 ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός αὐτῷ προσκολλήθητι

35 πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε

36 ἐὰν ἴδῃς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου

37 διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι


Next: Sirach Chapter 7